Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 24.51 | Dem. 24.54 (English) | >>Dem. 24.57 |
24.53εἰ τοίνυν τις ἔροιθʼ ὑμᾶς ποτέροις μᾶλλον ἂν εἰκότως ποιήσαιθʼ ὁτιοῦν , τοῖς δεομένοις ἢ τοῖς ἐπιτάττουσιν , οἶδʼ ὅτι φήσαιτʼ ἂν τοῖς δεομένοις · τὸ μὲν γὰρ χρηστῶν , τὸ δʼ ἀνάνδρων ἀνθρώπων ἔργον ἐστίν . οὐκοῦν οἱ νόμοι μὲν ἅπαντες προστάττουσιν ἃ χρὴ ποιεῖν , οἱ τιθέντες δὲ τὰς ἱκετηρίας δέονται . εἰ τοίνυν ἱκετεύειν οὐκ ἔξεστιν , ἦ που νόμον γʼ ἐπίταγμʼ ἔχοντʼ εἰσφέρειν ; ἐγὼ μὲν οὐκ οἶμαι . καὶ γὰρ αἰσχρὸν περὶ ὧν μηδὲ χαρίζεσθαι δεῖν ὑπειλήφατε , περὶ τούτων ἀκόντων ὑμῶν ἐᾶν ἅ τινες βούλονται πραχθῆναι .
Τιμοκράτης τοίνυν , ὥσπερ μαρτυρίαν ὧν ἀδικεῖ γράφων , εὐθὺς ἀρχόμενος τοῦ νόμου τἀναντίʼ ἔθηκε τούτοις . ὁ μέν γʼ οὐκ ἐᾷ περὶ ὧν ἂν ἅπαξ γνῷ δικαστήριον πάλιν χρηματίζειν · ὁ δʼ ἔγραψεν , καὶ εἴ τινι προστετίμηται κατὰ νόμον ἢ κατὰ ψήφισμα , τὸν δῆμον τούτῳ χρηματίζειν , ὅπως ἃ μὲν ἔγνω τὸ δικαστήριον λυθήσεται , καταστήσει δʼ ἐγγυητὰς ὁ ὀφλών . καὶ ὁ μὲν νόμος μηδʼ ἐπιψηφίζειν φησὶ τῶν ἀρχόντων παρὰ ταῦτα μηδένα · ὁ δʼ ἔγραψε τοῖς προέδροις ἐπάναγκες , ἐάν τις καθιστῇ , προσάγειν , καὶ προσέγραψεν “ὁπότʼ ἄν τις βούληται .”
Νόμος
ὅσων δίκη πρότερον ἐγένετο ἢ εὔθυνα ἢ διαδικασία περί του ἐν δικαστηρίῳ ,ἢ ἰδίᾳ ἢ δημοσίᾳ ,ἢ τὸ δημόσιον ἀπέδοτο ,μὴ εἰσάγειν περὶ τούτων εἰς τὸ δικαστήριον μηδʼ ἐπιψηφίζειν τῶν ἀρχόντων μηδένα ,μηδὲ κατηγορεῖν ἐώντων ἃ οὐκ ἐῶσιν οἱ νόμοι .
24.55
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 24.51 | Dem. 24.54 (English) | >>Dem. 24.57 |